Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.45 Dem. 44.48 (English) >>Dem. 44.51

44.46οὐκοῦν δήπου διαμεμαρτύρηκεν οὑτοσί, ὡς ἀκηκόατε, “μὴ ἐπίδικον εἶναι τὸν κλῆρον τὸν Ἀρχιάδου, ὄντων αὐτῷ παίδων γνησίων κυρίως κατὰ τὸν θεσμόν.” ἐξετάσωμεν τοίνυν, εἰ εἰσὶν τὰ ψευδῆ διαμεμαρτύρηκεν οὑτοσί. γὰρ Ἀρχιάδης ἐκεῖνος, οὗ ἐστιν κλῆρος, ἐποιήσατο υἱὸν τὸν τοῦ διαμεμαρτυρηκότος νυνὶ πάππον· ἐκεῖνος δʼ ἐγκαταλιπὼν υἱὸν γνήσιον τὸν τούτου πατέρα Λεώστρατον ἐπανῆλθεν εἰς τοὺς Ἐλευσινίους. 44.47μετὰ δὲ ταῦτα αὐτὸς οὑτοσὶ Λεώστρατος πάλιν ἐγκαταλιπὼν υἱὸν ᾤχετο ἀπιὼν εἰς τὸν πατρῷον οἶκον· δʼ ἐγκαταλειφθεὶς ὑπὸ τούτου τελευταῖος ἁπάντων τῶν εἰσποιηθέντων τετελεύτηκεν ἄπαις, ὥστε γίγνεται ἔρημος οἶκος, καὶ ἐπανελήλυθεν κληρονομία πάλιν εἰς τοὺς ἐξ ἀρχῆς ἐγγύτατα γένους ὄντας. 44.48πῶς ἂν οὖν εἴησαν κατὰ τὴν διαμαρτυρίαν υἱεῖς ἔτι τινὲς τῷ Ἀρχιάδῃ, οἱ μὲν εἰσποιηθέντες ὁμολογοῦνται ἐπανεληλυθέναι, δʼ ἐγκαταλειφθεὶς τελευταῖος ἄπαις τετελεύτηκεν; οὐκοῦν ἀνάγκη τὸν οἶκον ἔρημον εἶναι. ὁπότε δὲ ἔρημος οἶκος, οὐκ ἂν εἴησαν υἱεῖς ἔτι ἐκείνῳ γνήσιοι. οὑτοσὶ τοίνυν διαμεμαρτύρηκεν τοὺς οὐκ ὄντας εἶναι, καὶ γέγραφεν ἐν τῇ διαμαρτυρίᾳὄντων παίδων”, ἕνα φάσκων αὑτὸν εἶναι. 44.49ἀλλὰ μὴνγνησίωνγʼ ὅταν λέγῃ καὶκυρίως κατὰ τὸν θεσμόν”, παρακρούεται παρὰ τοὺς νόμους. τὸ μὲν γὰρ γνήσιόν ἐστιν, ὅταν γόνῳ γεγονός· καὶ νόμος ταῦτα μαρτυρεῖ λέγων, “ἣν ἂν ἐγγυήσῃ πατὴρ ἀδελφὸς πάππος, ἐκ ταύτης εἶναι παῖδας γνησίους.” τὸ δὲκυρίωςκατὰ τῶν ποιήσεων νομοθέτης ἔλαβεν, ὑπολαμβάνων δεῖν, ὅταν τις ὢν ἄπαις καὶ κύριος τῶν ἑαυτοῦ ποιήσηται υἱόν, ταῦτα κύρια εἶναι. οὗτος τοίνυν γόνῳ μὲν οὐδένα φησὶν Ἀρχιάδῃ γενέσθαι υἱόν, διαμεμαρτύρηται δὲγνησίων ὄντων”, ἐναντίαν τῷ πράγματι τὴν διαμαρτυρίαν ποιησάμενος.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.45 Dem. 44.48 (English) >>Dem. 44.51

Powered by PhiloLogic